Δευτέρα 3 Δεκεμβρίου 2012

ΔΕΚΕΜΒΡΙΟΣ 4!! ΧΡΙΣΤΟΔΟΥΛΟΣ & ΧΡΙΣΤΟΔΟΥΛΗ ΜΑΡΤΥΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ



site analysis

ΔΕΚΕΜΒΡΙΟΣ 4!! ΧΡΙΣΤΟΔΟΥΛΟΣ & ΧΡΙΣΤΟΔΟΥΛΗ ΜΑΡΤΥΡΕΣ ΑΚΟΛΟΥΘΙΑ


(Γεράσιμος μοναχὸς Μικραγιαννανίτης. Νεκτάριος Μαμαλοῦγκος, www.nektarios.gr)

 

ΕΣΠΕΡΙΝΟΣ

 

Μετὰ τὸν Προοιμιακόν, ἡ α΄ στάσις τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν Ἀθλητῶν τὴν δυάδα ὕμνοις τιμήσωμεν, τοὺς σταθηρᾷ καρδίᾳ, καὶ ὀμόφρονι γνώμῃ, ἀθλήσαντας νομίμως ὑπὲρ Χριστοῦ, καὶ τὸν ὄφιν αἰσχύναντας, σὺν Χριστοδούλῳ τῷ θείῳ καὶ εὐκλεεῖ, Χριστοδούλην τὴν πανεύφημον.

 

Ὁμωνυμίᾳ ἁγίᾳ καλλωπιζόμενοι, καὶ ἔργοις βεβαιοῦντες, τὴν φερώνυμον κλῆσιν, ἠθλήσατε νομίμως ὡς τοῦ Χριστοῦ, ἀληθῶς δοῦλοι γνήσιοι, σὺν Χριστοδούλῃ Χριστόδουλε Ἀθλητά, διὰ τοῦτο ἐδοξάσθητε.

 

Ὑπὲρ Χριστοῦ τῆς ἀγάπης στεῤῥῶς ἠνέγκατε, πᾶσαν βασάνων πεῖραν, ἀκλινεῖ διανοίᾳ, καὶ ξίφει ἐκτμηθέντες τὰς κεφαλάς, τὸν ἐχθρὸν ἐτροπώσασθε, ὦ Χριστοδούλη παρθένε νύμφη Χριστοῦ, καὶ Χριστόδουλε μακάριε.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡς τῇ κλήσει συνώνυμοι, ὁμοφρόνως ἠθλήσατε, τοῦ Χριστοῦ τὸν θάνατον μιμησάμενοι, ἀθανασίας τὸν πρόξενον, θεόφρον Χριστόδουλε, Ἀθλοφόρων καλλονή, Χριστοδούλη τε πάνσεμνε, καθαρώτατον, καὶ πολύτιμον σκεῦος παρθενίας, διὰ τοῦτο τῆς ἀλήκτου, ζωῆς ὁμοῦ ἠξιώθητε.

 

Τῇ σοφίᾳ τῇ ἄνωθεν, καὶ ψυχῆς ἀνδρειότητι, τοῦ Χριστοῦ τὴν σάρκωσιν ἐκηρύξατε, ἐπὶ ἀπίστων μακάριοι, καὶ τούτων τὴν ἄνοιαν, διηλέγξατε στεῤῥῶς, Χριστοδούλη θεόληπτε, καὶ Χριστόδουλε, καὶ τῷ ξίφει τμηθέντες τοὺς αὐχένας, τῶν Μαρτύρων ταῖς ἀγέλαις, περιφανῶς ἠριθμήθητε.

 

Ξυνωρὶς ἡ ὁμώνυμος, τῶν Μαρτύρων καὶ σύναθλος, τοῦ Χριστοῦ τὰ σφάγια τὰ ἀμώμητα, τῆς Ἐκκλησίας τὸ στήριγμα, πιστῶν τὸ κραταίωμα, καὶ μεσῖται πρὸς Χριστόν, καὶ προστάται θερμότατοι, ἀνυμνείσθωσαν, σὺν σεπτῷ Χριστοδούλῳ, Χριστοδούλη, οἱ οἰκοῦντες σὺν Ἀγγέλοις, καὶ τοὺς πιστοὺς περιέποντες.

 

Δόξα. Ἦχος δ΄.

Τῆς εὐσεβείας τοῖς σκάμμασι, σεαυτοὺς γυμνάσαντες, τῇ ὁμολογίᾳ τοῦ Χριστοῦ, λαμπροτέραν τὴν κλῆσιν εἰργάσασθε, Μάρτυρες ἔνδοξοι. Συνδεδεμένοι γὰρ τῇ χάριτι, καὶ ἐν πᾶσι καλῶς ὁμονοοῦντες, ἴσοι τοῖς ἄθλοις ὤφθητε, καὶ τοῖς στεφάνοις ἰσότιμοι, ἀλλ’ ὦ Χριστόδουλε καὶ Χριστοδούλη, Χριστὸν τὸν φιλάνθρωπον Θεόν, ἱκετεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

 

Καὶ νῦν. Θεοτοκίον Ἦχος δ'

Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιά δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

 

 

Ἀπόστιχα. Ἦχος πλ. Δ΄. Ὦ τοῦ παραδόξου θαύματος.

Μάρτυρες, Χριστοῦ καλλίνικοι, τῆς θεϊκῆς καλλονῆς, ἐκ ψυχῆς ἀγαπήσαντες, τὴν ὑπὲρ κατάληψιν, ἀληθῶς ὡραιότητα, τὰ ἐν τῷ κόσμῳ, κάλλη ἐλίπετε, καὶ ὁμοψύχως, πίστει ἠθλήσατε, ὅθεν ἐδόξασεν, Ἀθλητὰ Χριστόδουλε σὺν τῇ σεμνῇ, Χριστοδούλῃ Κύριος, ὑμῶν τὴν ἄθλησιν.

 

Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίροις, ξυνωρὶς ὁμώνυμε, τῶν Ἀθλητῶν τοῦ Χριστοῦ, Χριστοδούλη θεόνυμφε, καὶ σοφὲ Χριστόδουλε, οἱ Χριστὸν ἀγαπήσαντες, ὑμεῖς γὰρ γνώμῃ μιᾷ ἀθλήσαντες, ἴσοις ἐπάθλοις, ἐμεγαλύνθητε, ὦ τῆς λαμπρότητος! ἧς κατηξιώθητε ἐν οὐρανοῖς, Ἀσωμάτων τάξεσι, συναυλιζόμενοι.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Μάρτυς, ἀληθῆς τοῦ Ἰησοῦ, καθαροτάτων νοΐ, Χριστοδούλη πανεύφημε, βίου καθαρότητι, καὶ ἀθλήσεως αἵμασι, λαμπρῶς ἐδείχθης, καὶ προσεχώρησας, εἰς τὸν νυμφῶνα, τὸν ἐπουράνιον, ἔνθα ἱκέτευε, ὑπὲρ πάντων πάνσεμνε σὺν τῷ κλεινῷ, Χριστοδούλῳ πάντοτε, τῶν εὐφημούντων σε.

 

Δόξα. Ἦχος πλ. Β΄.

Ἀθλητικὴν ἐπιδειξάμενοι ἔνστασιν, τυραννικὴν κατεπατήσατε ὀφρὺν Μάρτυρες πανένδοξοι, ὅθεν Χριστὸς ὁ Κύριος, ὡς μύρον εὐωδίας, τὸ αἷμα ὑμῶν δεξάμενος, παθῶν δυσωδίας, καὶ νοσημάτων λύμης δι’ ὑμῶν λυτροῦται, τοὺς τιμῶντας ὑμῶν τὴν ἄθλησιν, ἀλλ’ ὦ Χριστόδουλε καὶ Χριστοδούλη, μὴ παύσησθε ἱλεούμενοι ἡμῖν, τὸν μόνον εὐδιάλλακτον.

 

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἀθλοφόρων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Δυάδα τὴν σύναθλον τῶν Ἀθλητῶν τοῦ Χριστοῦ, Χριστόδουλον μέλψωμεν, καὶ Χριστοδούλην ὁμοῦ, τὰ ἄνθη τῆς πίστεως, οὗτοι γὰρ τῇ ἀγάπῃ, πτερωθέντες τῇ θείᾳ, ἤθλησαν ὁμοφρόνως, καὶ τὸν ὄφιν καθεῖλον, καὶ νῦν καθικετεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὡς ἄστρα νοητά, τοῦ Ἡλίου τῆς δόξης, Χριστόδουλε σοφέ, καὶ Χριστοδούλη, ἐκλάμπετε τοῖς πέρασι, ταῖς αὐγαῖς τῆς ἀθλήσεως, καὶ διώκετε, τῆς ἀθυμίας τὸν ζόφον, ὅθεν σήμερον, τὴν φωταυγῆ ὑμῶν μνήμην, συμφώνως γεραίρομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Φωτὸς Τριαδικοῦ, πανυπέρφωτος οἶκος, Παρθένε Μαριάμ, παντευλόγητε Κόρη, τὸν νοῦν μου καταφώτισον, σκοτισθέντα τοῖς πάθεσι, καὶ συνέτισον, τὸν ἀσταθῆ λογισμόν μου, πράττειν πάντοτε, τὸ τοῦ Υἱοῦ Σου καὶ Κτίστου, πανάγιον θέλημα.

 

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Χορὸς Ἀγγελικός.

Ἀθλήσαντες ὁμοῦ, ὁμοψύχῳ καρδίᾳ, ᾐσχύνατε ἐχθρόν, τὸν δεινὸν ἀποστάτην, Χριστόδουλε ἔνδοξε, Χριστοδούλη τε πάνσεμνε, ὅθεν χαίροντες, ἄμφω τῆς δόξης τῆς ἄνω, ἠξιώθητε, ὑπὲρ ἡμῶν δυσωποῦντες, Χριστὸν τὸν φιλάνθρωπον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σαρκὶ τῇ καθ’ ἡμᾶς, ἑνωθεὶς ὑπὲρ λόγον, ὁ Λόγος τοῦ Θεοῦ, ἐξ ἁγνῶν Σου αἱμάτων, Θεὸς ἅμα καὶ ἄνθρωπος, ἐκ γαστρός Σου γεγέννηται, καὶ ἐθέωσε, τὴν τῶν ἀνθρώπων οὐσίαν, ὡς φιλάνθρωπος, εὐλογημένη Μαρία, ἡμῶν καταφύγιον.

 

Ὁ Ν΄ ψαλμός.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου· καὶ τῶν Ἁγίων.

ᾨδὴ α΄. Ἦχος πλ. Β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Ταῖς φαϊνωτάταις ἀκτῖσι, τῆς τριλαμποῦς Ἀθλοφόροι Μάρτυρες, ἐλαμπόμενοι αὐγῆς φωτισμόν, αἰτήσασθαι ἡμῖν, τὴν πανέορτον ὑμῶν μνήμην γεραίροντες.

Ἡλιακὰς ἀπαστράπτει μαρμαρυγάς, ἡ σεπτὴ καὶ εὔσημος τῶν Μαρτύρων ἑορτή, καὶ τῆς γῆς τὰ πέρατα ἀεὶ καταυγάζει, μυστικῶς σθένει τοῦ Πνεύματος.

Νέῳ ἐν σώματι Μάρτυς τὸν παλαιόν, τῆς κακίας ἄρχοντα κατεπάλαισας στεῤῥῶς, ὑπομείνας βάσανα καὶ πῦρ καὶ δεινῶν ἐπιφοράς, μάκαρ Χριστόδουλε.

Θεοτοκίον.

Λελυτρωμένοι Παρθένε προγονικῆς, καταδίκης Ἄχραντε τῇ γεννήσει Σου σαφῶς, ἐν φωναῖς ᾀσμάτων σε ἀεί, μακαρίζομεν πιστοί, ὦ Θεομήτορα.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν  Ἅγιος.

Ἀγῶνας ἤνυσας στεῤῥῶς, ὑπομείνας βασάνους καὶ πικρὰς τιμωρίας τῶν μελλόντων ἀγαθῶν, τηρούμενος προφανῶς ταῖς ἐλπίσιν, ἔνδοξε Χριστόδουλε.

Μαρτύρων εὔκλειαν φαιδρά, περικείμενος Μάρτυς, καθορῶσά σε ὅλων τοῖς βασάνοις, ἑαυτὴν ἐκδέδωκε ἡ σεμνή, Χριστοδούλη ἀδελφὴ φρονοῦσά σοι.

Ποθήσας Μάρτυς τὸν Χριστόν, τὰ ὁρώμενα πάντα εἰς οὐδὲν ἡγήσω τῶν τυραννούντων ὁρμάς, Χριστόδουλε Ἀθλητά, ὀλεθρίους πίστει τροπωσάμενος.

Θεοτοκίον.

Ῥυσθῆναι πάσης πονηρᾶς, ἐναντίων ἐξόδου, καὶ παθῶν ψυχοφθόρων, καὶ κινδύνων χαλεπῶν, τοὺς Σὲ τιμῶντας ἀεί, Θεοτόκε πάναγνε ἱκέτευε.

 

 

 

 

 

 

 

Κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τῶν βασάνων τὰ νέφη τὰ χαλεπά, Ἀθληταὶ παριδόντες καρτερικῶς, ὡς ἥλιος χάριτι, τοῦ Σωτῆρος ἐλάμψετε, ἀδελφικῇ στοργῇ δέ, ἐνθέως συνδούμενοι, ὁμοίοις πόνοις λαμπρῶς ἐδοξάσθητε, ὅθεν μετὰ τέλος, ἀτελεύτητον χάριν, ἐξ ὕψους ἐδέξασθε, θεραπεύειν νοσήματα, Ἀθλοφόροι αὐτάδελφοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν ψυχήν μου Παρθένε, τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου, τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην Πανάμωμε, ἁμαρτιῶν τε φόρτῳ, φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου, πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, τὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

 

ᾨδὴ δ΄. Χριστός μου δύναμις.

Ἀγρίων χάσματα, θηρῶν ἐφιμώσεις, ἐπικλήσεσι θεῖες, ἀγγελικῇ δόξῃ καλλυνόμενος, καὶ μαρτυρίου ἱεραῖς φωταυγίες λαμπρυνόμενος.

Ναὸν σὲ ἔμψυχον, ναὸν Πανάγιον, ἡ τοῦ Πνεύματος χάρις, Μάρτυς σοφέ, εὕρατο Χριστόδουλε, ὦ κραταιούμενος ναούς, τῶν εἰδώλων κατηδάφισας.

Ὑπῆρξας ἄσειστος, ἀκαταπτόητος, ἀπερίτρεπτος, πάσαις ἐπιβουλαῖς χαλεπῶν κολάσεων, κραταιούμενη ἐν Χριστῷ, Χριστοδούλη παναοίδιμε.

Μαρτύρων αἵμασι, καλλωπιζόμενοι, καὶ ὁμονοίᾳ, πίστει ἀδελφικῇ, σώζοντες μακάριοι, τῶν διωκτῶν τὰς ζοφερὰς ἐπινοίας διεκρούσασθε.

Θεοτοκίον.

Νοήσας πόῤῥωθεν, ἐμφαντικώτατα Ἀββακούμ, Σὲ ἐκάλει ὄρος Ἁγνή, ἀρεταῖς κατάσκιον, ἐξ Οὗ ἐπέφανεν ἡμῖν, ὁ φωτίζων τὰς ψυχὰς ἡμῶν.

 

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου Ἀγαθέ.

Ὡς ὄρθρος ἔλαμψας εὐπρεπής, ὡς ἡμερινὸς ὄντως ἀστήρ, ὡς φαεινότατος ἄθλων, καὶ σημείων μαρμαρυγαῖς, τοὺς πιστοὺς ἐνθέως καταυγάζων, Μάρτυς δοῦλε.

Μεγίστοις πόνοις, ἐγκαρτερῶν, καὶ τὰς ἀνενδότους τῶν δεινῶν ἐπιφορὰς λογιζόμενος Μάρτυς, ὡς ἡδύστας τρυφὰς Χριστόδουλε, τὰς θείας ἀντιδόσεις χαίρων κεκλήρωσαι.

Αἱμάτων ῥεῖθρα, Μάρτυς σεμνή, χέουσα ἐκτήσω τῆς τρυφῆς, σὺ τὸν χείμαῤῥον πανεύφημε, καὶ τὴν δι’ αἰῶνος, δόξαν ἀμάραντον, καὶ τὴν ἐν Παραδείσῳ τερπνὴν ἀπόλαυσιν.

Θεοτοκίον.

Ῥομφαίαι πᾶσαι τοῦ δυσμενοῦς, ἄχραντε πανάμωμε ἁγνή, ὄντως εἰς τέλος ἐξέλιπον, Σὺ γὰρ τῶν ἁπάντων, Θεὸν ἐκύησας, τῷ Σταυρῷ καθελόντα τούτου τὸ φρύαγμα.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, καὶ τοῖς θηρσὶ ῥιπτόμενοι, μεληδὸν κοπτόμενοι, καὶ πυρὶ ἐν ὅλῳ φλεγόμενοι, τὴν ἀμώμητον πίστιν, οὐκ ἠρνήσασθε.

Ὑψούμενα κύματα τῶν κολάσεων, σφοδρῶς δικαστικαῖς προστάγμασι, τὸ σταθερὸν τῆς γνώμης τῶν Ἀθλητῶν, βυθίσαι οὐκ ἴσχυσε, τῇ γὰρ θείᾳ παλάμῃ ἐκρατύνοντο.

Ῥοαῖς ἀπεωνίζατε, Φαραὼ τὸν δυσμενῆ, τοῦ ἐκχυθέντος αἵματος, τὴν δὲ Χριστοῦ ἠρδεύσατε εὐσεβῶς, ἀήττητοι Μάρτυρες, Ἐκκλησίαν τὴν πίστει ἀναθάλλουσαν.

Θεοτοκίον.

Ὡς ὄμβρος κεκένωται, ἐν τῇ μήτρᾳ Σου, Θεὸς δι’ εὐσπλαγχνίαν ἄφατον καὶ τὸν χειμάῤῥουν ἅπαντες τῆς τρυφῆς, ἐπότισε Δέσποινα, καὶ τὴν κτίσιν φθαρεῖσαν ἐκαινούργησεν.

 

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Τοὺς γενναίους Μάρτυρας, καὶ ἀδελφοὺς κατὰ σάρκα, τὸν σοφὸν Χριστόδουλον, καὶ Χριστοδούλην τιμῶμεν, οὗτοι γάρ, τῶν τυραννούντων μηχανουργίας, ἤσχυναν, τῇ δυναστείᾳ τοῦ σταυρωθέντος, ἀνεδείχθησαν διόπερ, Μαρτύρων δόξα, ὁμοῦ καὶ καύχημα.

Ὁ Οἶκος.

Τὴν δυάδα πιστοὶ τῶν Ἀθλοφόρων σήμερον, ἐν ᾠδαῖς ἱεραῖς καὶ ὕμνοις εὐφημήσωμεν, ὅτι τῶν εἰδώλων καθεῖλον τὴν πλάνην, πολυθεΐας τὸ πῦρ κατασβέσαντες καὶ δαίμονες ἤσχυναν, τῶν δὲ τυράννων τὸν θυμὸν οὐκ ἔπτυξαν, ξίφη τε καὶ πῦρ δειλιάσαντες, οὔτε θηρίων ἀγρίων ὁρμάς, ἀγωνισάμενοι, καλῶν Χριστόδουλος εὐκλεής, σὺν τῇ σεπτῇ Χριστοδούλῃ, ἀδελφοὶ σύναθλοι, δειχθέντες Μαρτύρων, ὁμοῦ καὶ καύχημα.

 

Συναξάριον

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, οἱ Ἅγιοι Μάρτυρες Χριστόδουλος καὶ Χριστοδούλη ξίφει τελειοῦνται.

Συνωνυμών σοι, παρθένε Χριστοδούλη,

Ὁ Χριστόδουλος, καὶ συναθλεῖ σοι ξίφει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἄθλησις τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας.

Ξίφει πατὴρ θύσας σε, Μάρτυς Βαρβάρα,

Ὑπῆρξεν ἄλλος Ἀβραὰμ διαβόλου.

 Αὕτη ὑπῆρχεν ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως, τῶν ἀφ’ ἡλίου ἀνατολῶν, θυγάτηρ Διοσκόρου τινὸς Ἕλληνος, ἐν ὑψηλῷ πύργῳ παρὰ τοῦ πατρὸς φυλαττομένη, διὰ τὴν ἐπανθοῦσαν αὐτῇ σωματικὴν ὡραιότητα. Παρθένος δὲ οὖσα, καὶ τὸν Χριστὸν σεβομένη, οὐ διέλαθε τὸν πατέρα. Γνοὺς γὰρ τὰ κατ’ αὐτήν, ἐξ ὧν ἐκεῖνος μέν, ἐπὶ τῷ οἰκοδομουμένῳ λουτρῷ παρ’ αὐτοῦ, δύο θυρίδας εἶπε γενέσθαι, ἡ δὲ προσέταξε τρεῖς, καὶ τὴν αἰτίαν ἐρωτηθεῖσαν· Ἐπ’ ὀνόματι, ἔφη, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ταῦτα ἀκούσας ἐκεῖνος, εὐθὺς ὥρμησε τῷ ἰδίῳ ξίφει ἀνελεῖν αὐτήν. Ἐκφυγούσης δὲ αὐτῆς, καὶ εἰς διαιρεθεῖσαν πέτραν ὑπεισελθούσης, ἐπεὶ καταδίωκων αὐτὴν ὁ πατὴρ εὗρε, τῶν τριχῶν ἀψάμενος αὐτῆς, παρέδωκεν αὐτὴν τῷ τῆς χώρας ἡγεμόνι. Οὗ κατ’ ἐνώπιον ὁμολογήσασα τὸν Χριστόν, καὶ τὰ εἴδωλα καθυβρίσασα, τύπτεται δεινῶς, τὰς σάρκας ξέεται, τὰς πλευρὰς κατακαίεται, καὶ σφαίραις κατὰ κεφαλῆς παίεται. Εἶτα, τὴν πόλιν γυμνὴ περιάγεται, καὶ τύπτεται, καὶ τὴν διὰ ξίφους δέχεται τελευτήν, αὐτοῦ τοῦ ἰδίου πατρὸς ταῖς οἰκείαις χερσίν, ἀνελόντος, ὃς καὶ λέγεται, μετὰ τὴν ταύτης σφαγήν, ἐκ τοῦ ὄρους κατερχόμενος, κεραυνῷ βληθῆναι, καὶ τὴν ψυχὴν ἀποῤῥῆξαι.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Δαμασκηνοῦ.

Πλήσας μελῶν γῆν ἡδέων Ἰωάννης,

Κἂν οὐρανοῖς ἄνεισι συνθεῖναι μέλη.

Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Λέοντος τοῦ Ἰσαύρου, καὶ Κωνσταντίνου τοῦ υἱοῦ αὐτοῦ, ἐκ Δαμασκοῦ τῆς πόλεως, ἐκ γένους περιφανοῦς, καὶ τῇ ὀρθοδόξῳ διαπρέποντος πίστει. Τυχὼν δὲ καὶ φιλαρέτου πατρός, ἐπαιδεύθη πᾶσαν τὴν ἑλληνικὴν παίδευσιν, καὶ τὸν βυθὸν τῆς θεοπνεύστου Γραφῆς καλῶς ἐξηρεύνησε. Τὸν μονήρη δὲ βίον μετὰ Κοσμᾶ τοῦ μακαριωτάτου, τοῦ συνανατραφέντος αὐτῶ, γεγονότος δὲ ὕστερον Ἐπισκόπου Μαϊουμᾶ, ὑπῆλθεν. Οὗτοι οὖν ἄμφω παρ’ ἑνὸς διδασκάλου ἐξεπαίδευθησαν, Κοσμᾶ κἀκείνου τοὔνομα, καὶ Ἀσηκρίτης ἐπιλεγομένου, ἐξωνηθέντος παρὰ τοῦ πατρὸς αὐτοῦ μετὰ καὶ ἑτέρων αἰχμαλώτων. Εἰς ἄκρον δὲ σοφίας ἐληλακότες, τοιούτου διδασκάλου τυχόντες, εἶτα γενόμενοι Μοναχοί, ἐσχόλαζον ἀμφότεροι Θεῷ.

 Ὁ δὲ Ἰωάννης, τῷ προεστῶτι τῆς Μονῆς τοῦ Ἁγίου Σάββα ἰδίως παραδοθείς, τὴν μακαρίαν ὑπακοὴν ὑπ’ αὐτοῦ ἐδιδάσκετο, ᾧ καὶ ἐμφανισθῆναι κατ’ ὄναρ τὴν Ὑπεραγίαν Θεοτόκον λέγεται, καὶ εἰπεῖν (ἐν ὅσῳ εἰσέτι ὁ Ἰωάννης συνῆν τῷ διδασκάλῳ), ἢ μᾶλλον ἐντείλασθαι αὐτῷ, ἐπιτρέψαι τῷ αὐτοῦ μαθητῇ Ἰωάννῃ ὕμνους συνθεῖναι, εἰς δόξαν τοῦ ἐξ αὐτῆς τεχθέντος ἀσπόρως, καὶ καύχημα τῶν ἐκ μέσης καρδίας ὀφειλόντων ταύτην γεραίρειν, ὃ δὴ καὶ πεποίηκε, τὴν ὑπόθεσιν ταύτην λογογραφίᾳ θέμενος.

Ἐπίσης οὖν τὴν ἄσκησιν μετελθόντες, ὁ μὲν μακάριος Κοσμᾶς, πολλὰ συγγράμματα τῇ Ἐκκλησίᾳ καταλελοιπώς, ἐν εἰρήνῃ ἀνεπαύσατο. Ὁ δὲ ἀοίδιμος Ἰωάννης, καὶ αὐτὸς τὰ ὅμοια καὶ πλεῖστα διαπραξάμενος, καὶ τῇ τῶν λόγων αὐτοῦ δυνάμει, καὶ τῶν Γραφῶν σοφαῖς ἀποδείξεσι, πλεῖστα στηλιτεύσας τὴν δυσσεβῆ τῶν Εἰκονομάχων αἵρεσιν, καὶ πολλὰ συγγράμματα τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ καταλελοιπώς, δι’ ὧν σχεδὸν παντὸς τοῦ ζητουμένου γνῶσις ἐναργὴς εὑρίσκεται, ἐν γήρᾳ πίονι καταλύει τὸν βίον, ζήσας ἔτη ἑκατὸν πρὸς τοῖς τέσσαρσι.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου, Ἐπισκόπου Πολυβότου, τοῦ θαυματουργοῦ.

Ἐπισκοπὴν γῆς ἐκλιπὼν Ἰωάννης,

Ἐπισκοποῦντος πάντα τέρπεται θέᾳ,

 Οὗτος νέος ὢν ἤδη, τρυφὰς ἐμίσει καὶ ἡδονάς, νηστείᾳ δὲ μᾶλλον καὶ σωφροσύνῃ τὸν ἑαυτοῦ κατεκόσμει βίον. Ὅθεν καὶ Ἐπίσκοπος Πολυβότου χειροτονεῖται, πρότερον τοὺς ἐκκλησιαστικοὺς βαθμούς, διελθών. Ἤδη δὲ προστασίαν λαοῦ ἐμπιστευθείς, ἀγῶνας ἀγῶσι προστέθεικε, κόποις τε κόπους. Ἐπεὶ δὲ Λέων ὁ Ἴσαυρος, ἀναξίως τῶν σκήπτρων τῆς βασιλείας ἐδράξατο, καὶ κατὰ τῶν Ἁγίων Εἰκόνων βλασφημεῖν ἐπεχείρησεν, οὗτος ὁ ἱερὸς ἀνὴρ ἰσχυρῶς ἤλεγξεν αὐτοῦ τὴν ἀσέβειαν, εἶτα πρὸς τὸ ποίμνιον αὐτοῦ, τὴν πίστιν ἐξηκριβώσατο, τοὺς δὲ Ἀγαρηνούς, τοὺς τὸ Ἀμόριον κατοικοῦντας, θεηλάτως πλήξας, τοὺς Χριστιανούς, οὓς εἶχον αἰχμαλώτους, ἀποχαρίσασθαι αὐτῷ παρεσκεύασε. Καὶ τὸ σῶμα τὸ ἴδιον εἰσέτι καὶ νῦν ἄφθαρτον διετήρησε. Καὶ κατὰ τὴν τῆς Πεντηκοστῆς ἡμέραν ἀνίστωσιν αὐτόν, καὶ τὴν ἀρχιερατικὴν στολὴν ἐνδύουσι, καὶ τῇ θείᾳ τραπέζῃ προσερείδουσι, καὶ οὕτως ἵσταται ὄρθιος, καὶ ἐν τῷ συνθρόνῳ ἀναβιβάζουσι, καὶ ὑπὸ δύο στηριζόμενος, διὰ πάσης ἄπτωτος τῆς ἱερᾶς μυσταγωγίας ἵσταται. Τὰ δ’ ἄλλα, ὅσους δαιμονῶντας θεραπεύει, καὶ νόσους ἑτέρας, ἀδύνατόν ἐστιν ἡμῖν γραφῇ παραδοῦναι.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἰουλιανὴ ξίφει τελειοῦται.

Ἰουλιανὴν ὡς περιστερὰν δέχου,

Εἰμὴ τάχει τέμνοιτο, τρίζουσαν Λόγε.

  

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Δώδεκα Προφητῶν, ἐν τῇ τῶν Ἱεροσολύμων Ἁγίᾳ Ἐκκλησίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κασσιανοῦ, τοῦ ἐν Κύπρῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Σεραφείμ, ὁ Φαναρίου ἐπίσκοπος, ὁ μαρτυρήσας ἐν ἔτει 1601, σούβλῃ διαπαρεὶς τελειοῦται.

Ὁ γῆς Σεραφεὶμ Θετταλῶν φὺς ὡς κλάδος,

Θεῷ Λόγῳ πρόσεισι ῥείθροις αἱμάτων.

Οὗτος, ἤκμασε περὶ τὰ τέλη τοῦ δεκάτου ἕκτου καὶ ἐν ἀρχῇ τοῦ δεκάτου ἑβδόμου αἰῶνος. Ὥρμητο ἐκ χώρας Ἀγράφων, τῆς δευτέρας Θετταλίας, γεννηθεὶς ἔν τινι χωρίῳ, ᾧ ἡ κλῆσις Μπεζήλα, ἐκ γονέων εὐσεβῶν, παρ’ ὧν καλῶς ἀνήχθη ἐν φόβῳ Θεοῦ, καὶ ἤθεσι σεμνοῖς. Θείῳ δὲ τρωθεὶς πόθῳ, ἐκ νεαρᾶς ἡλικίας ἠκολούθησε Χριστῷ, γενόμενος μοναχός, ἐν τῇ ἐκεῖσε Μονῇ, τῇ καλουμένῃ τῆς Κορώνης, ἐν ᾗ ὁσίως διαπρέψας καὶ εὐδοκιμήσας, τῇ κατὰ Χριστὸν ζωῇ, θείῳ ψήφῳ ἐγένετο ἀρχιερεὺς καὶ ποιμὴν κατέστη τῆς ἐν Φαναρίῳ καὶ Νεοχωρίῳ Ἐκκλησίας τοῦ Θεοῦ. Καὶ ἧν θεοφιλῶς ποιμαίνων καὶ διάγων τὴν λαχοῦσαν αὐτῷ ποίμνην, ὅτε, φθόνῳ τοῦ τοῖς καλοῖς βασκαίνοντος ἐχθροῦ, συλληφθεὶς ὑπὸ τῶν κρατούντων Ἀγαρηνῶν, ὡς στασιάζων τάχα κατ’ αὐτῶν, ποικίλαις ὑπεβλήθη τιμωρίαις καὶ ποιναῖς, ἵνα τὴν πρὸς Χριστὸν πίστιν ἀρνήσηται, ἐπαγωγὴν γὰρ ἐπαλλήλως σκληρῶν ἤνεγκε ῥαβδισμῶν καὶ μαστιγώσεων, τομὴν ῥινός, εἱρκτῆς κάθειρξιν, ἐπίθεσιν ἐπὶ τῆς γαστρὸς λίθου βαρυτάτου, καὶ ἐν πᾶσιν ἄτρεπτος, ἐν ἀπτοήτῳ φρονήματι φανείς, καὶ τὴν τῆς εὐσεβείας καλὴν ὁμολογίαν διατόρων ὁμολογῶν καὶ κηρύττων, τέλος ὑπέστη, τυραννικῇ ἀπηνείᾳ καὶ ὡμότητι, τὸν δι’ ἀνασκολοπισμοῦ πολυώδυνον θάνατον, καὶ συνηριθμήθη τοῖς ἀπ’ αἰῶνος Ἁγίοις Ἱεράρχαις καὶ Μάρτυσιν, ὡς εὐκλεὴς Ἱερομάρτυς, μέγας θαυματουργός, πρὸς Χριστοῦ ἀναδειχθείς.

Ἡ γὰρ σεπτὴ αὐτοῦ Κάρα, Ἁγίῳ Πνεύματι χαριτωθεῖσα, ἀενάως βλυστάνει τὰ ἰάματα τοῖς εὐλαβῶς προσιοῦσιν, ἀσθενείας παύουσα δεινάς, καὶ πᾶσαν ἀῤῥωστίαν, καὶ ἐξαιρέτως τὴν πανώλεθρον καὶ βροτολοιγὸν πανώλην, ἣν πάραυτα ἐκποδὼν ποιεῖται, ἅμα τῇ ἐμφανίσει αὐτῆς. Ταύτην δὲ τὴν τρισόλβιον Κάραν, θησαυρίζει ἡ τῆς Κορώνης εὐαγὴς Μονή. Οὕτω γὰρ δοξάζει Χριστός, τοὺς Αὐτὸν δοξάζοντας. Ἐγένετο δὲ ἡ μαρτυρία αὐτοῦ, ἐν ἔτει σωτηρίῳ 1601, τῇ Δ΄ Δεκεμβρίου μηνός.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δαμάσου τοῦ Α΄, Πάπα Ῥώμης, τοῦ Πορτογάλου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.

Νεανίαις τρεῖς ἐν χάριτι μιμούμενοι, τὸ πῦρ κατεπατήσατε, δροσιζόμενοι τῷ ἀΰλῳ Πνεύματι πυρί, καὶ ψάλλοντες Μάρτυρες Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἠμῶν.

 Ζεομένης τῆς σαρκός, ἡ πρὸς τὸν κτίσαντα ἀγάπῃ ἐκρατύνετο, οἱ γὰρ Ἅγιοι ὁλοτρόπῳ νεύσει πρὸς τὸν Θεὸν θεούμενοι, ἔμελπον πιστῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἠμῶν.

Ὑπεριδῶν σου καρδίας τὰ κινήματα, ταῖς θείαις ἀναβάσεσιν ἐν ἀσαλεύτῳ Ἀθλοφόρε, πέτρα τῆς ζωῆς, ἀκλόνητος ἴστασο βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἠμῶν.

Θεοτοκίον.

Νεανίαις τρεῖς ἡ κάμινος οὐκ ἔφλεξεν, γέννησιν προτυποῦσα τὴν Σήν, τὸ γὰρ θεῖον πῦρ μὴ φλέξας ὤκησεν ἐν Σοί, καὶ πάντας ἐφώτισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἠμῶν.

 

 

 

 

 

 

 

ᾨδὴ η΄. Ἐκ φλογός.

Ὡραιότατος ὤφθης ψυχῇ καὶ σώματι, τῶν βασάνων νιφάσι καταχωννύμενος, Μάρτυς Ἀθλητά, οὐδαμῶς δὲ ἡττώμενος, μέλπεις τῷ Δεσπότῃ Χριστῷ, εἰς τοὺς αἰῶνας.

Ῥητορεύοντες ἅμα λόγον τὸν ἔνθεον, ἐξεφαύλισαν πόθῳ δόγμα τὸ ἄθεον, οἱ ἀδελφικῇ ἀγχιστείᾳ συνδούμενοι, Μάρτυρες τοῦ πάντων Θεοῦ καὶ Βασιλέως.

Ἱερεῖα καὶ θεῖα ὁλοκαυτώματα, ἐθελόφυτοι ἄρμες, ἄμωμα σφάγια, κάρπωμα δεκτῷ τῷ Θεῷ προσηνέχθητε, ἐν ἐπουρανίῳ τραπέζῃ Ἀθλοφόροι.

Διαυγῆ σὲ ἀστέρα, φωτοειδέστατον ἴαμα, κτίσιν καταλαμπρύνοντα, πάντων τὰς ψυχὰς Ἀθλοφόρε Χριστόδουλε, πίστει ἐγνωκότες, ὑμνοῦμεν εἰς αἰῶνας.

Θεοτοκίον.

Ἀπειρόγαμε Κόρη, χαῖρε Πανάμωμε, ὁ λιμὴν τῶν ἐν ζάλῃ, χαῖρε Θεόνυμφε, τῶν ἁμαρτωλῶν χαῖρε τὸ ἱλαστήριον, χαῖρε ἡ τεκοῦσα Θεὸν σεσαρκωμένον.

 

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.

Ἰδεῖν τὴν δόξαν τοῦ Παντοκράτορος, ἐπιποθῶν καὶ κάλλος Αὐτοῦ τὸ ἀμήχανον, ἀδοξίαν τοῦ βίου παρέδραμες, ἄτιμον ὑπομείνας θάνατον ἔνδοξε, δόξα προξενοῦντά σοι, ἀεὶ Μάρτυς Χριστόδουλε.

Ὡς φῶς, ὡς λύχνον ἀειλαμπέστατος, τοῖς ἐν νυκτὶ τοῦ βίου καθωράθης Χριστόδουλε, ἀγνωσίας τὸ σκότος ἐδίωξας, ἔλυσας παθημάτων τὴν ἀμαυρότητα, φέγγεις ἰαμάτων Ἀθλητὰ θεομακάριστε.

Στολαῖς βαφείσας ὑμῶν ἐξ αἵματος, μαρτυρικοῦ, ὡραίους ἑαυτοὺς περιστείλαντες, στεφηφόροι Κυρίῳ παρίστασθε, μέλποντες σὺν Ἀγγέλοις· Ἅγιος, Ἅγιος, Ἅγιος, Τριὰς ἡ παντουργός, καὶ παντοδύναμος.

Ἡμῶν τῇ πίστει τὴν ἀεισέβαστον, καὶ ἱεράν, καὶ πλήρη φωτισμοῦ καὶ λαμπρότητος, Ἀθλοφόροι Μάρτυρες, τελούντων ὑμῶν τὴν μνήμην, καὶ προσκυνοῦμεν πίστει τὰ λείψανα, μέμνησθε παντοίων πειρασμῶν, πάντας λυτρούμενοι.

Θεοτοκίον.

Φωτὸς δοχεῖον, τοῦ ἀναλάμψαντος θεοπρεπῶς, ἐκ Σοῦ τῆς καθαρᾶς παναμώμητε, ψυχῆς μου τὰ ὅμματα φώτισον, σκότος τῆς ἀγνωσίας ἀποδιώκουσα, καὶ τῆς ἁμαρτίας τὴν ἀχλὺν ἐξαφανίζουσαν.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τῶν Ἀθλητῶν τιμήσωμεν, δυάδα τὴν συνώνυμον, τῆς Παναγίας Τριάδος, τοὺς εὐκλεεῖς ἀριστέας, καὶ πρεσβευτὰς πρὸς Κύριον, ἡμῶν καὶ ἀντιλήπτορας, Χριστόδουλον τὸν ἔνδοξον, καὶ τὴν σεμνὴν Χριστοδούλην, τῆς παρθενίας τὸ ῥόδον.

Θεοτοκίον.

Ἀσπόρως σωματώσασα, ἀφθόρως Κόρη τέτοκας, τὸν Βασιλέα τῆς δόξης, καὶ Κύριον τῶν ἁπάντων, Ὃν οἱ γενναῖοι Μάρτυρες, λαμπρῶς καθομολόγησαν, καὶ δι’ Αὐτὸν τὸν θάνατον, ὑπέμειναν γηθοσύνως, Θεογεννῆτορ Παρθένε.

 

 

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Μίαν κλῆσιν φέροντες, οἱ Ἀθλοφόροι οἱ ἔνδοξοι, μίαν γνώμην ἐκτήσαντο, θανεῖν προθυμότατα, ὑπὲρ τοῦ τῶν ὅλων, Θεοῦ καὶ Δεσπότου, ὅθεν ζωῆς τῆς παρ’ Αὐτῷ, καὶ ἀϊδίου δόξης ἐπέτυχον, Χριστόδουλος ὁ ἔνθεος, καὶ Χριστοδούλη ἡ πάντιμος, οὓς συμφώνως γεραίροντες, τὸν Χριστὸν μεγαλύνομεν.

 

Ἤθλησαν στεῤῥότατα, τῇ παντευχίᾳ τῆς πίστεως, καὶ ἐχθρὸν κατεπάτησαν, οἱ Ἅγιοι Μάρτυρες, καὶ βραβεῖα νίκης, παρὰ τοῦ Σωτῆρος, ἐδέξαντο θεουργικῶς, μεγαλυνθέντες θείοις χαρίσμασι, Χριστόδουλος ὁ ἔνδοξος, καὶ Χριστοδούλη ἡ πάνσεμνος, ὧν τὴν μνήμην γεραίροντες, τὸν Χριστὸν μεγαλύνομεν.

 

Νύμφη πανακήρατος, οἷα παρθένος ἀμόλυντος, Χριστοδούλη θεόληπτε, Χριστοῦ ἀναδέδειξαι, ὑπὲρ Οὗ προθύμως, τὸ αἷμά σου Μάρτυς, ἐξέχεας μαρτυρικῶς, καὶ συναθλοῦντά σοι ἔσχες πάνσεμνε, Χριστόδουλον τὸν ἔνδοξον, μεθ’ οὗ ἀπαύστως ἱκέτευε, τὸν Σωτῆρα δωρήσασθαι, ἱλασμὸν ταῖς ψυχαῖς ἡμῶν.

 

Μάρτυρες συνώνυμοι, καὶ Ἀθλοφόροι ἀήττητοι, Χριστοδούλη θεόνυμφε, καὶ θεῖε Χριστόδουλε, Χριστὸν τὸν Σωτῆρα, ἀεὶ δυσωπεῖτε, ὡς παῤῥησίαν πρὸς Αὐτόν, πολλὴν πλουτήσαντες παμμακάριστοι, δοθῆναι ἡμῖν ἅπασιν, ἀπαλλαγὴν πάσης θλίψεως, καὶ πταισμάτων συγχώρησιν, τοῖς ὑμᾶς μακαρίζουσι.

 

Δόξα. Ἦχος πλ. Α΄.

Τὸ πῦρ τῆς θείας ἀγάπης, ἐν τῇ καρδίᾳ φέροντες, ξένην ἀνδρείαν ἐπεδείξασθε, ἐν τῷ σταδίῳ τῆς ἀθλήσεως, ἀγαλλομένῃ γὰρ ψυχῇ, τῷ ξίφει τὸν αὐχένα κλίναντες, τοὺς ἐχθροὺς ἐξεπλήξατε, τοῦ δὲ Χριστοῦ τὸν θάνατον, ἀληθῶς ἐδοξάσατε, ἀλλ’ ὡς ἀθανάτου δόξης κοινωνοί, Χριστόδουλε καὶ Χριστοδούλη, θανάτου ἁμαρτίας ἡμᾶς ῥύσασθε, αἰτούμενοι ἡμῖν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις τῶν Μαρτύρων ἡ ξυνωρίς, Χριστόδουλε μάκαρ, Ἀθλοφόρων ὁ κοινωνός, χαίροις Χριστοδούλη, Χριστοῦ ὡραία νύμφη, σεμνὴ Παρθενομάρτυς, ἀξιοθαύμαστε.

Οι προφητείες της γερόντισσας Νίλας



site analysis


Η μεγαλόσχημη μοναχή Νίλα(Ευδοκία Αντέεβνα Νοβίκοβα)γνωστή στους ορθοδόξους χριστιανούς όλης της Ρωσίας εκοιμήθη στις 6 Μαρτίου 1999.Τα χαρίσματα που της δώρησε ο Θεός(προορατικό και διορατικό χάρισμα,θεραπεία ασθενών,παρηγορία  των ανθρώπων)επιβεβαιώνονται από πολλούς πιστούς χριστιανούς  οι οποίοι ζητούσαν τη βοήθειά της.Με τους πνευματικούς της οφθαλμούς έβλεπε την ψυχή του ανθρώπου,όσα του συνέβησαν και όσα θα του συμβούν.Όλοι έφευγαν από το κελάκι της παρηγορημένοι και ενθαρρυμένοι.

Η μοναχή Νίλα συνήθιζε να λέει ότι ο Θεός μπορεί να αναβάλει την εκπλήρωση των προφητειών.Εξαρτάται από εμάς τους πιστούς,από την προδιάθεσή μας για προσευχή,για μετάνοια για απαλλαγή από τα πάθη μας.

Μισό χρόνο πριν πεθάνει είπε ότι την 41η πρώτη ημέρα μετά από το θάνατό της θα έρθει η αστυνομία στο σπίτι της και τότε δεν θα μπορούν να πάρουν τα πράγματά της.Γι αυτό έδωσε ευλογία να μοιραστούν τα πράγματά της μέχρι το τελευταίο έτσι ώστε όταν έρθει η αστυνομία το σπίτι να είναι άδειο.Έτσι και έγινε στη συνέχεια. 

star.nila
 Επίσης μιλούσε για την ανάγκη της αδιάλειπτης προσευχήςόπου και αν βρίσκεται κάποιος, στην εργασία,στα μέσα μεταφοράς,την ώρα της ξεκούρασης
-«Με τα χέρια δουλειά,με τα χείλη προσευχή.Πρώτα απ'όλα προσευχή κόρες μου».

  Για τη σπουδαιότητα της προσευχής έλεγε το εξής:«Ο κόσμος κρατιέται από την προσευχή.Εαν πάψει η προσευχή έστω και για μία ώρα,θα πάψει να υπάρχει ο κόσμος.Υπάρχει ανάγκη κυρίως για νυχτερινή προσευχή.Αυτή είναι ακόμη πιο ευάρεστη στο Θεό».
     Η πιο μεγάλη άσκηση είναι να προσεύχεσαι για τους ανθρώπους.Πρέπει να είσαι υπομονετικός,να προσεύχεσαι και ν'αγωνίζεσαι,χωρίς να επηρεάζεσαι από τίποτα,ακόμη και αν σε μαλώσουν ή σε κουτσομπολέψουν.Υπάρχει η κακολογία εκ δεξιών που είναι εκ του διαβόλου και εκ των αριστερών που μπορεί να είναι από τους συγγενείς ή τους φίλους.Και τα δύο είναι δύσκολα αλλά και χρήσιμα,απαραίτητα μπορώ να πω.Όλους τους πειρασμούς και τις δοκιμασίες να τις υπομένουμε ενώπιον του Θεού,με τη σκέψη μας στην Παναγία και την καρδιά προς το Θεό.Περισσότερο και από κάθε εξωτερική άσκηση πρέπει πάνω απ'όλα να καθαρίσουμε την καρδιά μας.Να μην επιτρέψεις στον εαυτό σου τίποτα το πονηρό,να είσαι ανοιχτός προς τους ανθρώπους και να μη φαντάζεσαι τίποτα για τον εαυτό σου.


 Ένα βράδυ ξύπνησε τις πνευματικές της κόρες λέγοντας
-Κόρες μου,άρχισε ο πόλεμος.Πρέπει να προσευχηθούμε.Σηκωθείτε.

  Το πρωί η τηλεόραση και το ραδιόφωνο ανακοίνωσαν ότι άρχισε ο πόλεμος στην Τσετσενία(1994)

 Η γερόντισσα μιλούσε με πολύ πόνο για τις γυναίκες που φορούσαν παντελόνι:
«Δεν επιτρεπεται στις γυναίκες να φορούν ρούχα ανδρικά και στους άνδρες γυναικεία.Γι αυτό θα λογοδοτήσουν μπροστά στο Θεό.Πρέπει να ξέρετε ότι τις γυναίκες που φορούν παντελόνι,στον επόμενο πόλεμο θα τις πάρουν για να πολεμήσουν και λίγες θα επιστρέψουν»
Την ώρα που έλεγε αυτά τα λόγια μία γυναίκα που ήταν παρούσα σκέφτηκε:«Τι το κακό υπάρχει στο να φοράω παντελόνι στον κήπο.Είναι πολύ βολικό»
Η γερόντισσα αντέδρασε αμέσως σε αυτήν την σκέψη:«Και εσύ στον κήπο μη φοράς παντελόνι,θα δώσεις λόγο γι'αυτό»
    Όταν βάπτισαν ένα νεογέννητο είπε στην ανάδοχό του.:«Αυτό το παιδί στα δώδεκά του θα μείνει χωρίς μάνα»Έπειτα είπε:«Είναι απαράδεκτο να εγκαταλείπει κάποιος το παιδί του.Πρέπει να καταλάβουν πόσο κακό είναι αυτό και να μετανοήσουν.Μόνο με αίμα μπορούν να ξεπλύνουν αυτήν την αμαρτία»
(...)
 Η γερόντισσα Νίλα επίσης είπε πως θα έρθουν καιροί όπου όπως το 1917,θα τους φυλακίσουν ή θα τους πνίξουν στη θάλασσα.
 «Τότε που θα αρχίσουν οι διωγμοί εναντίον των χριστιανών βιαστείτε να φύγετε με τους πρώτους.Κάντε ότι μπορείτε μόνο μην μείνετε.Αυτοί που θα φύγουν με τους πρώτους θα σωθούν.Όλα αυτά θα τα δείτε με τα μάτια σας.Η γενιά σας θα δει τον Αντίχριστο.Παιδιά μου πόσο σας λυπάμε για όλα αυτά»έλεγε και έκλαιγε.Ωστόσο πρόσθετε«Δόξα τω Θεώ πάντων ένεκεν»
Ένας ιερέας της εξομολογήθηκε;
-«Μητερούλα,έγω είμαι αδύναμος.Φοβάμαι την ημέρα που θα έρθει ο Αντίχριστος»
-«Μη φοβάσαι.Θα δεις αυτήν την ημέρα δεν θα αντέξεις όμως τις δυσκολίες» 

o15-6
         Η γερόντισσα μιλούσε συχνά για τις μέλλουσες δοκιμασίες και για τα ανήκουστα βασανιστήρια που θα υποστούν οι άνθρωποι στα χρόνια του Αντιχρίστου.Η γερόντισσα διηγούνταν ότι έβλεπε με τους πνευματικούς της οφθαλμούς,όχι για να τρομάξει τους ανθρώπους αλλά για να τους ενισχύσει την πίστη και την ελπίδα στο έλεος του Θεού.Έλεγε συνεχώς ότι ο Θεός δεν θα εγκαταλείψει τους πιστούς,ότι θα τους ταίζει στον καιρό της πείνας,θα τους παρηγορεί,θα τους βρει καταφύγιο,θα τους περιβάλλει στις θλίψεις και θα τους βοηθήσει να περάσουν τα βασανιστήρια και τους διωγμούς.Σε αυτές τις περιπτώσεις θυμόνταν τα λόγια του προφήτη Δαβίδ«οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται»(Ψ.36,19).
« Να μην φοβάστε τίποτα παιδιά μου,να μη φοβάστε γι'αυτα που θα συμβούν ή μπορεί να συμβούν ή πρέπει να συμβούν όπως προφήτεψαν οι άνθρωποι του Θεού.Ο Θεός είναι πιο δυνατός απ'όλους και απ'όλα.Στις δοκιμασίες θα μας δώσει βοήθεια και θα μας δώσει δύναμη να υπομείνουμε.Μας ζητάει μόνο να υπακούμε το άγιο θέλημά Του.Προσευχηθείτε στην Προστάτιδά μας και δεν θα μας αφήσει»


  Κάποια φορά το πρόσωπό της ξαφνικά πήρε μία έκφραση απειλητική,σαν κάτι να έβλεπε με τους πνευματικούς της οφθαλμούς.Χτύπησε μερικές φορές με την βίτσα της το πάτωμα λέγοντας:«Κοίτα τι σκέφτηκαν.Βάζουν στα βρέφη το σφράγισμα του Αντιχρίστου!Ο άγγελος θα τους καταστρέψει αυτούς που θα κάνουν κάτι τέτοιο.
 Μία μέρα η γερόντισσα Νίλα έπιασε το κεφάλι της και φώναξε:«Αλίμονο τι θα συμβεί.Τι θα απογίνει η Ρωσία και εμείς;Το επανέλαβε μερικές φορές και μετά ησύχασε λέγοντας-Δεν θα σας πω τι είδα.Ο Κύριος δεν ευλογεί»!

 Με τους πνευματικούς της οφθαλμούς η γερόντισσα έβλεπε ότι η σημερινή γενιά και η επόμενη θα περάσουν μεγάλες δοκιμασίες.Συχνά διηγούνταν πως επέζησε υπο συνθήκες λιμοκτονίας στα στρατόπεδα συγκέντρωσης όταν η τροφή ήταν σχεδόν  ανύπαρκτη:
«Να μη δώσει ο Θεός να περάσετε πείνα.Είναι φοβερό.Στο στρατόπεδο δεν έβλεπα ποτέ ψωμί.Όταν ελευθερώθηκα μου φάνηκε πως δεν θα χορτάσω ποτέ το ψωμί.Η πείνα όμως θα έρθει.
Όταν ήμουν παιδί στην Ουκρανία όπου και να γύριζες το μάτι σου έβλεπες σιτηρά.Τα στάχυα ήταν ένα και ένα.Φυσούσε ο αέρας και κυμάτιζαν σαν τα κύματα της θάλασσας μέχρι το βάθος του ορίζοντα.Δεν υπήρχε μεταξύ τους ούτε ένα αγριόχορτο.Τώρα όμως είναι γεμάτα αγριόχορτα.Εγκατέλειψαν τη γη που είναι ο τροφέας μας.Πρέπει να δουλεύετε τη γη.Οι άνθρωποι θα λογοδοτήσουν για το ότι την εγκατέλειψαν.Η πείνα θα έρθει επειδή εγκαταλείψαμε τη γη.Εαν έχετε μία γωνίτσα φυτέψτε την.Θα σας βοηθήσει στον καιρό της πείνας.
    Η αποθήκευση τροφίμων δε θα σας βοηθήσει επειδή η πείνα θα έρθει σταδιακά.Πρέπει να φροντίσετε να βρίσκεστε κοντά σ'ένα κτήμα.Στις πόλεις θα είναι πολύ πιο δύσκολα.Η πείνα θα είναι τόσο τρομερή που οι άνθρωποι θα εισβάλουν στα σπίτια για να βρουν τρόφιμα.Θα σπάνε τζάμια και πόρτες και θα σκοτώνουν ανθρώπους για την τροφή.Πολλοί θα φέρουν όπλα και η ανθρώπινη ζωή δεν θα έχει καμία αξία.
  Όταν θα έρθει ο Αντίχριστος η πείνα θα είναι μεγάλη και θα εξαντληθούν τα σιτηρά.Πρέπει να ετοιμάστε βότανα να τα ξεράνετε για να φτιάχνετε τσάι.Με αυτό θα επιζήσετε.
  Επίσης η γερόντισσα έλεγε ότι στους έσχατους καιρούς στη θέση της Αγίας Πετρούπολης θα είναι θάλασσα ενώ ένα μεγάλο μέρος της Μόσχας θα βυθιστεί επειδή κάτω από τη γη υπάρχουν μεγάλα κενά.Όταν ρωτήθηκε τι θα απογίνει το σπίτι και η κωμόπολη στην οποία μένει,εκείνη απάντησε:
«Από την πόλη δεν θα μείνει τίποτα όρθιο.Μόνο το σπίτι μου και άλλο ένα.Θα είναι πόλεμος,καταστροφές,το σπίτι μου όμως δεν θα καταστραφεί.Εγώ δεν θα το δω.Εσείς όμως θα το δείτε.Να ο δρόμος προς το Εκόριεβσκ.Το σπίτι μου θα μείνει όρθιο και γύρω του τίποτα.Κατά τον πόλεμο θα καταστραφεί εντελώς.

-«Θα έρθει ο καιρός που θα εισβάλουν οι Κινέζοι και θα είναι πολύ δύσκολα για όλους».Αυτό το επανέλαβε δύο φορές.
 «Παιδιά μου είδα ένα όνειρο.Θα γίνει πόλεμος.Θεέ μου.Τα παιδιά από 14 ετών θα τα στρατολογήσουν και θα τα στείλουν στο μέτωπο.Σπίτι θα μείνουν μόνο τα παιδιά και οι γέροι.Οι στρατιώτες θα πηγαίνουν από σπίτι σε σπίτι,θα τους μαζεύουν και θα τους στέλνουν στον πόλεμο.Θα βασιλέψουν οι λεηλασίες και οι ανομίες των ενόπλων.Η γη θα είναι κατάσπαρτη με πτώματα.Παιδιά μου πόσο σας λυπάμαι»Αυτό το επαναλάμβανε συχνά.
  Ανάμεσα σε όλους τους αγίους η γερόντισσα Νίλα αγαπούσε ιδιαίτερα τον Άγιο Απόστολο και Ευαγγελιστή Ιωάννη.Έλεγε ότι ο άγιος αγαπάει τη Ρωσία και ότι θα έρθει σε αυτήν τον καιρό του Αντιχρίστου.
 Σ'ένα πνευματικό της τέκνο έδωσε την ακόλουθη προσευχή.
«Κύριε γεννηθήτω το όνομά σου εις εμέ.Βοήθησε με να Σου μείνω πιστός μέχρι το τέλος της ζωής μου.Υπεραγία Θεοτόκε σώσον με τον αμαρτωλό.Άγιε Ιωάννη Θεολόγε να είσαι ο καθοδηγητής μου και ο μεσίτης μου ενώπιον του Κυρίου και της Παναχράντου μητέρας Του» 



ΠΗΓΗ-Απόδοση στα ελληνικά π.Γεώργιος Κονισπολιάτης